Add parallel Print Page Options

14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως [a]ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 [b]ὁ ἐπὶ τοῦ δώματος μὴ [c]καταβάτω μηδὲ εἰσελθάτω [d]τι ἆραι ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν [e]ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ [f]γένηται χειμῶνος· 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ’ ἀρχῆς κτίσεως [g]ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ [h]ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. 21 [i]καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· [j]Ἴδε ὧδε ὁ [k]χριστός, [l]Ἴδε ἐκεῖ, μὴ πιστεύετε· 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ [m]δυνατὸν τοὺς ἐκλεκτούς· 23 ὑμεῖς δὲ βλέπετε· [n]προείρηκα ὑμῖν πάντα.

24 Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, 25 καὶ οἱ ἀστέρες [o]ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· 27 καὶ τότε ἀποστελεῖ τοὺς [p]ἀγγέλους καὶ ἐπισυνάξει τοὺς [q]ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

28 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν [r]ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· 29 οὕτως καὶ ὑμεῖς, ὅταν [s]ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30 ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ [t]ταῦτα πάντα γένηται. 31 ὁ οὐρανὸς καὶ ἡ γῆ [u]παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ [v]μὴ [w]παρελεύσονται.

32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ [x]τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι [y]ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. 33 βλέπετε [z]ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, [aa]ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, [ab]ἢ ὀψὲ ἢ [ac]μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 [ad]ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.

14 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν, ἔλεγον [ae]γάρ· Μὴ ἐν τῇ ἑορτῇ, μήποτε [af]ἔσται θόρυβος τοῦ λαοῦ.

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· [ag]συντρίψασα [ah]τὴν ἀλάβαστρον κατέχεεν [ai]αὐτοῦ τῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς [aj]ἑαυτούς· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ τοῦτο [ak]τὸ μύρον πραθῆναι ἐπάνω [al]δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε [am]αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· [an]ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι [ao]τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. ἀμὴν [ap]δὲ λέγω ὑμῖν, ὅπου [aq]ἐὰν κηρυχθῇ τὸ [ar]εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

10 [as]Καὶ Ἰούδας [at]Ἰσκαριὼθ ὁ εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν [au]παραδοῖ αὐτοῖς. 11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς [av]αὐτὸν εὐκαίρως παραδοῖ.

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:14 ἑστηκότα WH Treg NIV ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 WH NIV ] + δὲ Treg RP NA
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 καταβάτω WH NIV ] + εἰς τὴν οἰκίαν Treg RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:15 τι ἆραι WH Treg ] ἆραί τι NIV RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:16 ἀγρὸν WH Treg NIV ] + ὢν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:18 γένηται WH Treg NIV ] + ἡ φυγὴ ὑμῶν RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:19 ἣν WH Treg NIV ] ἧς RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:20 ἐκολόβωσεν κύριος WH NIV ] κύριος ἐκολόβωσεν Treg RP
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 καὶ WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 χριστός WH NIV ] + ἢ Treg RP
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:21 *Ἴδε WH Treg NIV ] Ἰδού RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:22 δυνατὸν WH NIV ] + καὶ Treg RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:23 προείρηκα WH Treg NIV ] ἰδού προείρηκα RP
  15. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:25 ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες WH Treg NIV ] τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP
  16. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 ἀγγέλους WH Treg NIV ] + αὐτοῦ RP
  17. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:27 ἐκλεκτοὺς Treg ] + αὐτοῦ WH NIV RP
  18. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:28 ἤδη ὁ κλάδος αὐτῆς WH Treg NIV ] αὐτῆς ἤδη ὁ κλάδος RP
  19. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:29 ἴδητε ταῦτα WH Treg NIV ] ταῦτα ἴδητε RP
  20. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:30 ταῦτα πάντα WH Treg NIV ] πάντα ταῦτα RP
  21. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 *παρελεύσονται WH Treg NIV ] παρελεύσεται RP
  22. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 μὴ NIV RP ] – WH Treg
  23. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:31 *παρελεύσονται WH Treg NIV ] παρέλθωσιν RP
  24. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 τῆς WH Treg NIV ] – RP
  25. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:32 ἐν WH Treg NIV ] οἱ ἐν RP
  26. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33 ἀγρυπνεῖτε WH NIV ] + καὶ προσεύχεσθε Treg RP
  27. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34 ἑκάστῳ WH Treg NIV ] καὶ ἑκάστῳ RP
  28. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 WH Treg NIV ] – RP
  29. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 μεσονύκτιον WH Treg NIV ] μεσονυκτίου RP
  30. ΚΑΤΑ ΜΑΡΚΟΝ 13:37 WH Treg NIV ] Ἃ RP
  31. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:2 γάρ WH Treg NIV ] δέ RP
  32. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:2 ἔσται θόρυβος WH Treg NIV ] θόρυβος ἔσται RP
  33. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 συντρίψασα WH NIV ] καὶ συντρίψασα Treg RP
  34. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 τὴν WH Treg NIV ] τὸ RP
  35. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:3 αὐτοῦ WH Treg NIV ] + κατὰ RP
  36. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:4 ἑαυτούς WH NIV ] + καὶ λέγοντες Treg RP
  37. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 τὸ μύρον WH Treg NIV ] – RP
  38. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:5 δηναρίων τριακοσίων WH Treg NIV ] τριακοσίων δηναρίων RP
  39. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:7 αὐτοῖς NIV Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RP
  40. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 ἔσχεν WH NIV ] + αὕτη Treg RP
  41. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:8 τὸ σῶμά μου WH Treg NIV ] μου τὸ σῶμα RP
  42. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 δὲ WH Treg NIV ] – RP
  43. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 ἐὰν WH NIV RP ] ἂν Treg
  44. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:9 εὐαγγέλιον WH Treg NIV ] + τοῦτο RP
  45. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Καὶ WH Treg NIV ] + ὁ RP
  46. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 Ἰσκαριὼθ ὁ WH NIV ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP
  47. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:10 παραδοῖ αὐτοῖς WH Treg NIV ] παραδῷ αὐτὸν RP
  48. ΚΑΤΑ ΜΑΡΚΟΝ 14:11 αὐτὸν εὐκαίρως παραδοῖ WH Treg NIV ] εὐκαίρως αὐτὸν παραδῷ RP